TLG 1318 001 :: DIODORUS :: Fragmentum de viris duobus

DIODORUS Rhet.
(Incertum)

Fragmentum de viris duobus

Source: Hinck, H. (ed.), Polemonis declamationes quae exstant duae. Leipzig: Teubner, 1873: 51–55.

Citation: Page — (line)

51

(23t)

ἐκ τοῦ Διοδώρου.
24tΠερὶ δύο ἀνδρῶν ἀριστευσάντων ἐν πο‐
25tλέμῳ καὶ ἀγωνιζομένων περὶ πρωτείων.
26Μετὰ ταῦθ’ ὁ μὲν βασιλεὺς ἀναλαβὼν ἑαυτὸν
ἐκ τῶν τραυμάτων προέθηκε κρίσιν ἀριστείου. κα‐51

52

τέβησαν μὲν οὖν ἐπὶ τὸν ἀγῶνα δύο, Κλέοννίς τε καὶ Ἀριστομένης, ὧν ἑκάτερος εἶχεν ἴδιόν τι πρὸς δόξαν. ὁ γὰρ Κλέοννις ὑπερασπίσας τὸν βασιλέα πεπτωκότα τῶν ἐπιφερομένων Σπαρτιατῶν ὀκτὼ
5νεκροὺς ἐπεποιήκει· καὶ τούτων ἦσαν δύο ἡγεμόνες ἐπιφανεῖς· πάντων δὲ τῶν ἀναιρεθέντων ὑπ’ αὐτοῦ τὰς πανοπλίας ἐσκυλευκὼς ἐδεδώκει τοῖς ὑπασπι‐ σταῖς, ἵν’ ἔχῃ σημεῖα τῆς ἰδίας ἀρετῆς πρὸς τὴν κρίσιν. πολλοῖς δὲ περιπεσὼν τραύμασιν ἅπαντ’ ἔσ‐
10χεν ἐναντία, μέγιστον παρεχόμενος τεκμήριον τοῦ μηδενὶ τῶν πολεμίων εἶξαι. ὁ δ’ Ἀριστομένης ἐν τῷ περὶ τοῦ βασιλέως ἀγῶνι πέντε μὲν ἀνῃρήκει τῶν Λακεδαιμονίων καὶ τὰς πανοπλίας ἐσκυλεύκει τῶν πολεμίων ἐπικειμένων· καὶ τὸ μὲν ἑαυτοῦ σῶμα
15διεφύλαξεν ἄτρωτον, ἐκ δὲ τῆς μάχης ἀπερχόμενος εἰς τὴν πόλιν ἔργον ἐπαινούμενον ἔπραξεν. ὁ μὲν γὰρ Κλέοννις ἀσθενῶς ἐκ τῶν τραυμάτων διακείμε‐ νος οὔτε βαδίζειν καθ’ αὑτὸν οὔτε χειραγωγεῖσθαι δυνατὸς ἦν· ὁ δ’ Ἀριστομένης ἀράμενος αὐτὸν ἐπὶ
20τοῦ σώματος ἀπήνεγκεν εἰς τὴν πόλιν, οὐδὲν δὲ ἧττον κομίζων τὴν ἰδίαν πανοπλίαν, καὶ ταῦτα τοῦ Κλεόννιδος προέχοντος τῶν ἄλλων μεγέθει τε καὶ ῥώμῃ σώματος. τοιαύτας δ’ ἐχόντων ἀφορμὰς εἰς τὴν ὑπὲρ τῶν ἀριστείων κρίσιν ὁ βασιλεὺς ἐκάθισε
25μετὰ τῶν ταξιαρχῶν κατὰ τὸν νόμον. προλαβὼν οὖν τὸν λόγον ὁ Κλέοννις τοιούτοις ἐχρήσατο λόγοις. Βραχὺς μέν ἐστιν ὁ περὶ τῶν ἀριστείων λόγος· κριταὶ γάρ εἰσιν οἱ τεθεαμένοι τὰς ἑκάστων ἀρετάς· ὑπομνῆσαι δὲ δεῖ με διότι πρὸς τοὺς αὐτοὺς ἄνδρας
30ἑκατέρων διαγωνισαμένων ὑφ’ ἕνα καιρὸν καὶ τόπον52

53

ἐγὼ πλείους ἀπέκτεινα. δῆλον οὖν ὡς κατὰ τὴν αὐτὴν περίστασιν ὁπότερος ἐν ἀριθμῷ τῶν ἀναιρε‐ θέντων προτερεῖ, προτερεῖ καὶ τοῖς εἰς τὸ πρωτεῖον δικαίοις. ἀλλὰ μὴν καὶ τὰ σώμαθ’ ἑκατέρων ἐμφα‐
5νεστάτας ἀποδείξεις ἔχει τῆς ὑπεροχῆς· ὁ μὲν γὰρ πλήρης ὢν τραυμάτων ἐναντίων ἀπελύετο τῆς μάχης, ὁ δ’ ὥσπερ ἐκ πανηγύρεως ἀλλ’ οὐ τηλικαύτης πα‐ ρατάξεως ἐξιὼν οὐκ ἐπειράθη, τί δύναται πολεμίων σίδηρος. εὐτυχέστερος μὲν ἴσως Ἀριστομένης, ἀγα‐
10θώτερος δ’ ἡμῶν οὐκ ἂν δικαίως κριθείη. πρόδηλος γὰρ ὁ ὑπομείνας τοσαύτας διαιρέσεις τοῦ σώματος ὡς ἀφειδῶς ἑαυτὸν ἐπέδωκεν ὑπὲρ τῆς πατρίδος· ὁ δ’ ἐν πολεμίων συμπλοκῇ καὶ τηλικούτων κινδύνων τηρήσας ἑαυτὸν ἄτρωτον εὐλαβείᾳ τοῦ παθεῖν τι
15τοῦτ’ ἐνήργησεν. ἄτοπον οὖν εἰ παρὰ τοῖς ἑωρακόσι τὴν μάχην ὁ τῶν πολεμίων μὲν ἐλάττους ἀνελών, τῷ δ’ ἰδίῳ σώματι κινδυνεύσας ἧττον προκριθήσεται τοῦ πρωτεύοντος ἐν ἀμφοτέροις. ἀλλὰ μὴν καὶ τὸ μηδενὸς ἔτι κινδύνου ὑπάρχοντος βαστάσαι τὸ σῶμα
20καταπεπονημένον ὑπὸ τῶν τραυμάτων ἀνδρείαν μὲν οὐδεμίαν ἔχει, σώματος δ’ ἴσως ἰσχὺν ἐπιδείκνυται. ἱκανά μοι ταῦτα εἴρηται πρὸς ὑμᾶς· πρόκειται γὰρ ἀγὼν οὐ λόγων ἀλλ’ ἔργων. Παραλαβὼν δ’ ἐν μέρει τὸν λόγον Ἀριστομένης,
25θαυμάζω, φησίν, εἰ μέλλει περὶ ἀριστείων ἀμφισβη‐ τεῖν ὁ σωθεὶς τῷ σώσαντι· ἀναγκαῖον γὰρ ἢ τῶν δικαζόντων αὐτὸν ἄνοιαν καταγινώσκειν ἢ τὴν κρί‐
σιν δοκεῖν ἐκ τῶν νῦν λεγομένων ἀλλ’ οὐκ ἐκ τῶν53

54

τότε πεπραγμένων ἔσεσθαι. οὐ μόνον δὲ Κλέοννις δειχθήσεται κατ’ ἀρετὴν λειπόμενος ἀλλὰ καὶ τελέως ἀχάριστος· ἀφεὶς γὰρ τὸ τὰ συντελεσθέντα ὑπ’ αὐ‐ τοῦ καλῶς διαπορεύεσθαι διέσυρε τὰς ἐμὰς πράξεις,
5φιλοτιμότερος ὢν ἢ δίκαιος· ᾧ γὰρ καὶ ἰδίας σωτη‐ ρίας τὰς μεγίστας ὀφείλει χάριτας, τούτου τὸν ἐπὶ τοῖς καλῶς πραχθεῖσιν ἔπαινον διὰ φθόνον ἀφῄρη‐ ται. ἐγὼ δὲ ὁμολογῶ μὲν ἐν τοῖς τότε γεγενημένοις κινδύνοις εὐτυχὴς ὑπάρξαι, φημὶ δὲ πρότερον ἀγα‐
10θὸς γενέσθαι. εἰ μὲν γὰρ ἐκκλίνας τὴν τῶν πολε‐ μίων ἐπιφορὰν ἄτρωτος ἐγενόμην, οὐκ εὐτυχῆ με προσῆκεν ὀνομάζειν ἀλλὰ δειλὸν οὐδ’ ὑπὲρ ἀριστείων λέγειν κρίσιν ἀλλὰ ταῖς ἐκ τῶν νόμων τιμωρίαις περιπεπτωκέναι· ἐπεὶ δ’ ἐν πρώτοις μαχόμενος καὶ
15τοὺς ὑφισταμένους ἀναιρῶν οὐκ ἔπαθον ἅπερ ἔπραξα, ῥητέον οὐκ εὐτυχῆ με μόνον ἀλλὰ καὶ ἀγα‐ θόν. εἴτε γὰρ οἱ πολέμιοι καταπλαγέντες τὴν ἀρετὴν οὐκ ἐτόλμησαν ἀμύνασθαι, μεγάλων ἐπαίνων ἄξιος ὃν ἐφοβήθησαν, εἴτ’ ἐκείνων ἀγωνιζομένων εὐθύμως
20ἐγὼ φονεύων τοὺς ἀνθεστηκότας καὶ τοῦ σώματος ἐποιούμην πρόνοιαν, ἀνδρεῖος ἅμα καὶ συνετός. ὁ γὰρ ἐν αὐτῷ τῷ θυμομαχεῖν ἐμφρόνως ὑπομένων τὸ δεινὸν ἑκατέρας ἔχει τὰς ἀρετάς, σώματός τε καὶ ψυχῆς. καίτοι γε ταῦτα τὰ δίκαια πρὸς ἑτέρους ἦν
25μοι ῥητέον ἀμείνους τούτου. ὅτε γὰρ Κλέοννιν πα‐ ραλελυμένον ἐκ τῆς μάχης εἰς τὴν πόλιν ἀπήνεγκα τἀμαυτοῦ σώζων ὅπλα, καὶ ὑπ’ αὐτοῦ κεκρίσθαι νο‐
μίζω τὸ δίκαιον. καίτοι γε παροραθεὶς τόθ’ ὑφ’ ἡμῶν54

55

ἴσως οὐκ ἂν ἤριζε νῦν ὑπὲρ ἀριστείων οὐδὲ δια‐ σύρων τηλικοῦτον μέγεθος εὐεργεσίας ἔλεγε μηδὲν εἶναι μέγα τὸ πραχθὲν διὰ τὸ κατ’ ἐκεῖνον τὸν καιρὸν ἀποχωρεῖν ἐκ τῆς μάχης τοὺς πολεμίους. τίς
5γὰρ οὐκ οἶδεν ὅτι πολλάκις οἱ διαλυθέντες ἐκ τῆς μάχης ἐξ ὑποστροφῆς εἰώθασιν ἐπιτίθεσθαι καὶ στρατηγίᾳ ταύτῃ χρησάμενοι τυγχάνειν τῆς νίκης; ἱκανά μοι τὰ ῥηθέντα· λόγων γὰρ πλειόνων οὐκ οἶμαι ὑμᾶς προσδεῖσθαι.
10Τούτων ῥηθέντων οἱ δικάζοντες ὁμογνώμονες
γενόμενοι προέκριναν τὸν Ἀριστομένην.55